AD
Αγιολόγιο

13 Μαρτίου: Γ´ Χαιρετισμοί της Παναγίας - Ανακομιδή Λειψάνων Αγίου Νικηφόρου του Ομολογητού Πατριάρχου Κωνσταντινουπόλεως

13 Μαρτίου: Γ´ Χαιρετισμοί της Παναγίας - Ανακομιδή Λειψάνων Αγίου Νικηφόρου του Ομολογητού Πατριάρχου Κωνσταντινουπόλεως

Οι Γ´ Χαιρετισμοί της Παναγίας διαβάζονται στην Εκκλησία κατά την τρίτη εβδομάδα των νηστειών της Αγίας και Μεγάλης Τεσσαρακοστής.

Νέαν έδειξε κτίσιν, εμφανίσας ο Κτίστης, υμίν τοις υπ’ αυτού γενομένοις· εξ ασπόρου βλαστήσας γαστρός, και φυλάξας ταύτην, ώσπερ ήν, άφθορον· ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν, βοώντες·

Χαίρε, το άνθος της αφθαρσίας· χαίρε, το στέφος τῆς ἐγκρατείας.
Χαίρε, αναστάσεως τύπον εκλάμπουσα· χαίρε, των Αγγέλων τον βίον εμφαίνουσα.
Χαίρε, δένδρον αγλαόκαρπον, εξ ου τρέφονται πιστοί· χαίρε, ξύλον ευσκιόφυλλον, υφ’ ού σκέπτοναι πολλοί.
Χαίρε, κυοφορούσα οδηγόν πλανωμένοις· χαίρε, απογεννώσα λυτρωτήν αιχμαλώτοις.
Χαίρε, Κριτού δικαίου δυσώπησις· χαίρε, πολλών πταιόντων συγχώρησις.
Χαίρε, στολή των γυμνών παρρησίας· χαίρε, στοργή πάντα πόθον νικώσα.
Χαίρε, Νύμφη ανύμφευτε.

Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου, τον νούν εις ουρανόν μεταθέντες· δια τούτο γαρ ο υψηλός Θεός επί γης εφάνη ταπεινός άνθρωπος, βουλόμενος ελκύσαι προς το ύψος τους Αυτώ βοώντας·
Αλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις· χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·
Ἀλληλούϊα.

Ανακομιδή Λειψάνων Αγίου Νικηφόρου του Ομολογητού Πατριάρχου Κωνσταντινουπόλεως

Η Ανακομιδή Λειψάνων Αγίου Νικηφόρου του Ομολογητού Πατριάρχου Κωνσταντινουπόλεως εορτάζεται 13 Μαρτίου

Μετά το τέλος της εικονομαχίας και την αναστήλωση των ιερών εικόνων, με αίτηση του Πατριάρχη Μεθοδίου (842 – 846 μ.Χ.) στους βασιλείς Μιχαήλ και Θεοδώρα, ενεκρίθη η ανακομιδή του λειψάνου του Αγίου Νικηφόρου στη βασιλεύουσα και αναγνωρίστηκε σαν ένας από τους ενδοξότερους αθλητές της Ορθοδοξίας. Μάλιστα, η βασίλισσα παραχώρησε και βασιλικό πλοίο, με το οποίο ο Πατριάρχης Μεθόδιος παρέλαβε το λείψανο του Αγίου Νικηφόρου (το όποιο για 19 χρόνια έμεινε ακέραιο και άθικτο). Κατά την επιστροφή, μεγάλο πλήθος λαού και επισήμων κάλυπτε την παραλία. Το άγιο λείψανο κατετέθη με ιερή πομπή στο ναό των Αγίων Αποστόλων (13 Μαρτίου 846 μ.Χ.).

Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως. Ανακομιδή Λειψάνων Αγίου Νικηφόρου του Ομολογητού

Νίκην ἤνεγκε, τὴ Ἐκκλησία, ἡ σὴ ἔνθεος, ὁμολογία, Νικηφόρε Ἱεράρχα θεόληπτε, τὴν γὰρ Εἰκόνα τοῦ Λόγου σεβόμενος, ὑπερορία ἀδίκως ὠμίλησας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ΠΗΓΗ: proseuxi.gr

www.worldenergynews.gr

Ρoή Ειδήσεων

Δείτε επίσης