θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
Η ζωή εν τάφω
Η ζωή εν τάφω
κατετέθης, Χριστέ,
και αγγέλων στρατιαί εξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι την σήν.
Η ζωή πως θνήσκεις;
πώς και τάφω οικείς;
του θανάτου το βασίλειον λύεις δε
και του Άδου τους νεκρούς εξανιστάς.
Μεγαλύνομέν σε,
Ιησού Βασιλεύ,
και τιμώμεν την ταφήν και τα πάθη σου,
δι’ ων έσωσας ημάς εκ της φθοράς.
Μέτρα γής ο στήσας,
εν σμικρώ κατοικείς,
Ιησού Παμβασιλεύ, τάφω σήμερον,
εκ μνημάτων τους θανόντας ανιστών.
Ιησού Χριστέ μου,
Βασιλεύ του παντός,
τι ζητών τοις εν τω άδη ελήλυθας;
ή το γένος απολύσαι των βροτών.
Ο Δεσπότης πάντων
καθοράται νεκρός,
και εν μνήματι καινώ κατατίθεται,
ο κενώσας τα μνημεία των νεκρών.
Η ζωή εν τάφω
κατετέθης, Χριστέ,
και θανάτω σου τον θάνατον ώλεσας
και επήγασας τω κόσμω την ζωήν.
Μετά των κακούργων
ως κακούργος, Χριστέ,
ελογίσθης δικαιών ημάς άπαντας,
κακουργίας του αρχαίου Πτερνιστού.
Ο ωραίος κάλλει
παρά πάντας βροτούς
ως ανείδεος νεκρός καταφαίνεται,
ο την φύσιν ωραΐσας του παντός.
Άδης πως υποίσει
παρουσίαν την σήν,
και μη θάττον συντριβείη σκοτούμενος,
αστραπής φωτός σου αίγλη τυφλωθείς;
Ιησού, γλυκύ μοι
και σωτήριον φως,
τάφω πως εν σκοτεινώ κατακέκρυψαι;
ω αφάτου και αρρήτου ανοχής!
Απορεί και φύσις,
νοερά και πληθύς,
η ασώματος, Χριστέ, το μυστήριον
της αφράστου και αρρήτου σου ταφής.
Ώ θαυμάτων ξένων!
ώ πραγμάτων καινών!
ο πνοής μοι χορηγός άπνους φέρεται,
κηδευόμενος χερσί του Ιωσήφ.
Και εν τάφω έδυς,
και των κόλπων, Χριστέ,
των πατρώων ουδαμώς απεφοίτησας
τούτο ξένον και παράδοξον ομού.
Αληθής και πόλου
και της γης Βασιλεύς,
ει και τάφω σμικροτάτω συγκέκλεισαι,
επεγνώσθης πάση κτίσει, Ιησού.
Σου τεθέντος τάφω,
πλαστουργέτα Χριστέ,
τα του Άδου εσαλεύθη θεμέλια,
και μνημεία ηνεώχθη των βροτών.
Ο την γην κατέχων,
τη δρακί νεκρωθείς,
σαρκικώς υπό της γης νυν συνέχεται,
τους νεκρούς λυτρών της Άδου συνοχής.
Εκ φθοράς ανέβη
η ζωή μου ευθύς,
Σου θανέντος και τω Άδη φοιτήσαντος,
Ιησού μου, του θανάτου συντριβή.
Ως φωτός λυχνία
νυν η σάρξ του Θεού,
υπό γην ως υπό μόδιον κρύπτεται,
και διώκει τον εν Άδη σκοτασμόν.
Νοερών συντρέχει
στρατιών η πληθύς,
Ιωσήφ και Νικοδήμω συστείλαί σε,
τον αχώρητον, εν μνήματι σμικρώ.
Νεκρωθείς βουλήσει
και τεθείς υπό γήν,
ζωοβρύτα Ιησού μου, εζώωσας
νεκρωθέντα παραβάσει με πικρά.
Ηλλοιούτο πάσα,
Ιησού, εν τω σώ
εκουσίω πάθει κτίσις, ως Λόγον Σε,
εγνωκυία εαυτής συνεκτικόν.
Της ζωής την πέτραν
ως βροτόν, Ιησου,
ο παμφάγος Σε φαγών Άδης ήμεσεν,
εξ αιώνος ους κατέπιε νεκρούς.
Εν καινώ μνημείω
κατετέθης, Χριστέ,
και την φύσιν των βροτών ανεκαίνισας,
αναστάς θεοπρεπώς εκ των νεκρών.
Επί γης κατήλθες
ίνα σώσης Αδάμ
και εν γη μη ευρηκώς τούτον, Δέσποτα,
μέχρις Άδου κατελήλυθας ζητών.
Συγκλονείται φόβω
πάσα, Λόγε, η γη
και Φωσφόρος τας ακτίνας απέκρυψε,
του μεγίστου γη κρυβέντος σου φωτός.
Ως βροτός μεν θνήσεις,
εκουσίως, Σωτήρ,
ως Θεός δε τους θνητούς εξανέστησας,
εκ μνημάτων και βυθού αμαρτιών.
Δακρυρρόους θρήνους
επί σε η Αγνή
μητρικώς, ω Ιησού, επιρραίνουσα,
ανεβόα πως κηδεύσω σε, Υιέ;
Ώσπερ σίτου κόκκος,
υποδύς κόλπους γης,
τον πολύχουν απεδέδωκας άσταχυν,
αναστήσας τους βροτούς τους εξ Αδάμ.
Υπό γην εκρύβης
ώσπερ Ήλιος νυν,
και νυκτί τη του θανάτου κεκάλυψαι
αλλ’ ανάτειλον φαιδρότερον, Σωτήρ.
Ως ηλίου δίσκον
η σελήνη, Σωτήρ,
αποκρύπτει, και Σε τάφος νυν έκρυψεν,
εκλιπόντα τω θανάτω σαρκικώς.
Η ζωή θανάτου
γευσαμένη, Χριστός,
εκ θανάτου τους βροτούς ηλευθέρωσε,
και δωρείται πάση κτίσει την ζωήν.
Νεκρωθέντα πάλαι
τον Αδάμ φθονερώς
επανάγεις προς ζωήν τη νεκρώσει Σου,
νέος, Σώτερ, εν σαρκί φανείς Αδάμ.
Νοεραί σε τάξεις,
ηπλωμένον νεκρόν
καθορώσαι δι’ ημάς εξεπλήττοντο,
καλυπτόμεναι ταις πτέρυξι, Σωτήρ.
Καθελών σε, Λόγε,
απο ξύλου νεκρόν,
εν μνημείω Ιωσήφ νυν κατέθετο.
Αλλ’ ανάστα σώζων πάντας ως Θεός.
Των αγγέλων, Σώτερ,
χαρμονή πεφυκώς
νυν και λύπης τούτοις γέγονας αίτιος,
καθορώμενος σαρκί άπνους νεκρός.
Υψωθείς εν ξύλω
και τους ζώντας βροτούς
συνοψοίς υπό την γήν δε γενόμενος,
τους κειμένους υπ’ αυτήν εξανιστάς.
Ώσπερ λέων, Σώτερ,
αφυπνώσας σαρκί,
ως τις σκύμνος ο νεκρός εξανίστασαι,
αποθέμενος το γήρας της σαρκός.
Την πλευράς ενύγης
ο πλευράν ειληφώς
του Αδάμ, εξ ής την Εύαν διέπλασας,
και εξέβλυσας κρουνούς καθαρτικούς.
Εν κρυπτώ μεν πάλαι
έθυον τον Αμνόν
σύ δ’ υπαίθριος τυθείς, Ανεξίκακε,
πάσαν κτίσιν απεκάθηρας, Σωτήρ.
Τις εξείποι τρόπον,
φρικτόν! όντως καινόν;
ο δεσπόζων γαρ της κτίσεως σήμερον,
πάθος δέχεται και θνήσκει δι’ ημάς.
Ο ζωής ταμίας
πως οράται νεκρός;
εκπληττόμενοι οι άγγελοι έκραζον
πως δ’ εν μνήματι συγκλείεται Θεός;
Λογχονύκτου, Σώτερ,
εκ πλευράς σου ζωήν
τη ζωή, την εκ ζωής εξωσάση με
επιστάζεις και ζωοίς με σύν αυτή.
Απλωθείς εν ξύλω
συνηγάγου βροτούς
την πλευράν σου δε νυγείς την ζωήρρυτον,
πάσιν άφεσιν πηγάζεις, Ιησού.
Ο ευσχήμων, Σώτερ,
σχηματίζει φρικτώς,
και κηδεύει ως νεκρόν ευσχημόνως Σε,
και θαμβείταί σου το σχήμα το φρικτόν.
Υπό γην βουλήσει,
κατελθών ως θνητός,
επανάγεις απο γης προς ουράνια
τους εκείθεν πεπτωκότας, Ιησού.
Καν νεκρός ωράθης,
αλλά ζων ως Θεός,
νεκρωθέντας τους βροτούς ανεζώωσας,
τον εμόν απονεκρώσας νεκρωτήν.
Ω χαράς εκείνης!
ω πολλής ηδονής!
Ιησού, ης τους εν Άδη πεπλήρωκας,
εν πυθμέσι φως αστράψας ζοφεροίς.
Προσκυνώ το πάθος,
ανυμνώ την ταφήν
μεγαλύνω σου το κράτος, φιλάνθρωπε,
δι’ ων λέλυμαι παθών φθοροποιών.
Κατά σου ρομφαία
εστιλβούτο, Χριστέ,
και ρομφαία ισχυρού μεν αμβλύνεται,
η ρομφαία δε τροπούται της Εδέμ.
Η αμνάς τον άρνα,
καθορώσα νεκρόν,
ταις αικίσι βαλλομένη ωλόλυζε
συγκινούσα και το ποίμνιον βοάν.
Καν ενθάπτη τάφω
καν εις Άδου μολή,
αλλά, Σώτερ, και τους τάφους εκένωσας
και τον Άδην απεγύμνωσας, Χριστέ.
Εκουσίως, Σώτερ,
κατελθών υπό γήν,
νεκρωθέντας τους βρούς ανεζώωσας
και ανήγαγες εν δόξη πατρική
Της Τριάδος πάθος
υπομένει, ο Είς,
επονείδιστον, αμνός ιλαστήριος
φρίξον ήλιος, και τρόμαξον η γη.
Ως πικράς εκ κρήνης,
της Ιούδα φυλής,
οι απόγονοι εν λάκκω κατέθεντο,
τον τροφέα μανναδότην Ιησούν.
Ο Κριτής εις δίκην
προ αδίκου κριτού,
και παρίστατο και θάνατον άδικον
κατεκρίθη διά ξύλου σταυρικού.
Μιαιφόνον έθνος,
αλαζών Ισραήλ,
τι παθών τον Βαραββάν ηλευθέρωσας;
τον Σωτήρα δε παρέδωκας σταυρώ;
Ο χειρί σου πλάσας
τον Αδάμ εκ της γής,
δι’ αυτόν τη φύσει γέγονας άνθρωπος,
και εσταύρωσαι βουλήματι τω σω
Υπακούσας, Λόγε,
τω ιδίω Πατρί,
μέχρις Άδου του δεινού καταβέβηκας
και ανέστησας το γένος των βροτών.
Οίμοι, φώς του κόσμου!
οίμοι φως, το εμόν!
Ιησού μου ποθεινότατε έκραζεν,
η Παρθένος, θρηνωδούσα γοερώς.
Φθονερέ, ελάστορ,
φόνου πλήρης λαέ,
καν σινδόνας και αυτό το σουδάριον
ουκ αισχύνη, αναστάντος του Χριστού!
Δολοφόνε, δεύρο,
μιαρέ μαθητά,
και τον τρόπον της κακίας σου δείξον μοι,
δι’ όν γέγονας προδότης του Χριστού.
Ως φιλάνθρωπός τις
υποκρίνη, μωρέ
και τυφλέ, πανωλεθρότατε άσπονδε,
ο το μύρον πεπρακώς διά τιμής.
Ουρανίου μύρου
ποίαν έσχες τιμήν;
του τιμίου τι εδέξω αντάξιον
λύσσαν εύρες, καταρώτατε Σατάν.
Ει λυπή το μύρον
και φιλόπτωχος εί,
εις εξίλασμα ψυχής νυν χεόμενον,
πως χρυσώ απεμπολείς τον φωταυγή;
Ώ Θεέ και Λόγε,
ω χαρά η εμή
πως ενέγκω σου ταφήν την τριήμερον;
νυν σπαράττομαι τα σπλάγχνα μητρικώς.
Τίς μοι δώσει ύδωρ
και δακρύων πηγάς,
η Θεόνυμφος Παρθένος εκραύγαζεν,
ίνα κλαύσω τον γλυκύν μου Ιησούν;
Ώ βουνοί και νάπται
και ανθρώπων πληθύς,
οίμοι! κλαύσατε και πάντα θρηνήσατε
συν εμοί τη του Θεού ημών Μητρί.
Πότε ίδω, Σώτερ,
σε το άχρονον φως,
την χαράν και ηδονήν της καρδίας μου;
η Παρθένος ανεβόα γοερώς,
Καν ως πέτρα, Σώτερ,
η ακρότομος σύ,
κατεδέξω την τομήν, αλλ’ επήγασας,
ζων το ρείθρον, ως πηγή ων της ζωής.
Ως μιας εκ κρήνης,
τον διπλούν ποταμόν,
της πλευράς σου, προχεούσης αρδόμενοι,
την αθάνατον καρπούμεθα Ζωήν.
Θέλων ώφθης, Λόγε,
εν τω τάφω νεκρός,
αλλά ζής και τους βροτούς,ως προείρηται
τη εγέρσει σου, Σωτήρ μου, ανιστάς.
Ανυμνούμεν, Λόγε,
σε των πάντων Θεόν,
τω Πατρί και τω Αγίω σου Πνεύματι,
και δοξάζομεν την θείαν σου ταφήν.
Μακαρίζομέν σε,
Θεοτόκε Αγνή,
και τιμώμεν την ταφήν την τριήμερον
του Υιού σου και Θεού ημών πιστώς.
Η ζωή εν τάφω,
κατετέθης, Χριστέ,
και αγγέλων στρατιαί εξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι την σήν.
Η Αποκαθήλωση και ο Επιτάφιος Θρήνος
Το πρωί της Μεγάλης Παρασκευής, μέσα σε ατμόσφαιρα βαθιάς κατάνυξης, οι πιστοί παρακολουθούν την Αποκαθήλωση. Ο ιερέας κατεβάζει από τον Σταυρό την εικόνα του Εσταυρωμένου και την τοποθετεί σε λευκό σεντόνι, αναπαριστώντας την ταφή του Κυρίου.
Το βράδυ, ψάλλονται τα Εγκώμια, τρεις συγκλονιστικές ωδές πένθους και ελπίδας. Οι πιστοί περνούν κάτω από τον Επιτάφιο, ως ένδειξη σεβασμού και συμμετοχής στο Θείο Πάθος. Η πομπή περιφοράς του Επιταφίου στους δρόμους του χωριού ή της πόλης αποτελεί μια από τις πιο συγκινητικές στιγμές της Μεγάλης Εβδομάδας.
«Σήμερον κρεμάται επί ξύλου,
ο εν ύδασι την γην κρεμάσας.
Στέφανον εξ ακανθών περιτίθεται,
ο των αγγέλων βασιλεύς.
Ψευδή πορφύραν περιβάλλεται
ο περιβάλλων τον ουρανόν
εν νεφέλαις.
Ράπισμα κατεδέξατο,
ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ.
Ήλοις προσηλώθη,
ο Νυμφίος της Εκκλησίας.
Λόγχη εκεντήθη, ο Υιός της Παρθένου.
Προσκυνούμεν σου τα Πάθη, Χριστέ.
Δείξον ημίν και την ένδοξόν
σου Ανάστασιν.»
Τα Ευαγγελικά αναγνώσματα της πρωινής ακολουθίας της Μεγάλης Παρασκευής περιγράφουν τα Πάθη, τη δίκη και τη Σταύρωση του Χριστού, κατανεμημένα ανά ώρα:
- Α' Ώρα: Ματθαίος 27:1-56 (Η δίκη και η πορεία προς το Σταυρό)
- Γ' Ώρα: Μάρκος 15:1-41 (Η κρίση από τον Πιλάτο και η Σταύρωση)
- ΣΤ' Ώρα: Λουκάς 23:32-49 (Η Σταύρωση και ο θάνατος)
- Θ' Ώρα: Ιωάννης 19:23-37 (Η παράδοση του πνεύματος και η λογχισμός)
- Εσπερινός Αποκαθήλωσης: Ματθαίος 27:57-61, Ιωάννης 19:38-42, Λουκάς 23:39-49, Ιωάννης 19:31-37 (Συνδυασμός ευαγγελικών περικοπών που αφορούν την αποκαθήλωση και την ταφή του Χριστού από τον Ιωσήφ τον από Αριμαθαίας)
ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ Α΄ ΩΡΑΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον..(κζ΄ 1 - 56)
Τῷ καιρῷ ἐκείνῳ, πρωΐας γενομένης
συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ
πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε
θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν
ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ
Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ
παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς
ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς
ἀρχιερεῦσι καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον
παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς
ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ
ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ
ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκ
ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ
αἵματός ἐστι. 7 συμβούλιον δὲ λαβόντες
ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς
ταφὴν τοῖς ξένοις· 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος
ἀγρὸς αἵματος ἕως τῆς σήμερον. 9 τότε
ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου
λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν
τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν
Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ
κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. 11 Ὁ δὲ
Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ
ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ
βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἔφη αὐτῷ· Σὺ
λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ
τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν
ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ
ἀκούεις πόσα σου καταμαρτυροῦσι; 14 καὶ οὐκ
ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε
θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ τὴν
ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ
δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον
ἐπίσημον λεγόμενον Βαραββᾶν. 17 συνηγμένων
οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε
ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν
λεγόμενον Χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον
παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ
τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ
αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ
ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ
δι' αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ
πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα
αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν
ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν
αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω
ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ
Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον
Χριστόν; λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω.
23 ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ
δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.
24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ
μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ
ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου,
λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου
τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ
λαὸς εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ
τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν
Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας
παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ
στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν
Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸν
ὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτὸν
περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, 29 καὶ
πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ
τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν
αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ
ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεῦς
τῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν
ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν
κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ,
ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν
αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς
τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον
ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον
ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ
ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι
λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ
πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ
γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες
δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ
βάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν
αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς
κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς
ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ
παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν
κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες·
Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις
οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ,
κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ
ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων
καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ
βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ
σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτῷ· 43
πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ
θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ
δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ
ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος
ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς
φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί;
τοῦτ' ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με
ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων
ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν
σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ
ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες
ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ
Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ
πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ
ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ
ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ
μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν
κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες
ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ
εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν
πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ'
αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν
σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα
λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος. 55 Ἦσαν
δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν
θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ
τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν
Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ
Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν
Ζεβεδαίου.
¨Ολη η λειτουργία της Μεγάλης Παρασκευής πρωίας:
https://melodos.com/bibliothiki/wp-content/uploads/06-0-%CE%9C.-%CE%A0%CE%B1%CF%81%CE%B1%CF%83%CE%BA%CE%B5%CF%85%CE%AE-%CE%A0%CF%81%CF%89%CE%AF-%CE%9C.-%CE%A9%CF%81%CE%B5%CF%82-%CE%95%CF%83%CF%80%CE%B5%CF%81%CE%B9%CE%BD%CF%8C%CF%82-1.pdf
www.worldenergynews.gr






